Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.119 Joseph. AJ 15.124 (English) >>Joseph. AJ 15.129

15.122ἐφθάρησαν δὲ καὶ τῶν ἀνθρώπων ὑπὸ ταῖς πεπτωκυίαις οἰκίαις περὶ τρισμυρίους· τὸ μέντοι στρατιωτικὸν ἐν ὑπαίθρῳ διαιτώμενον οὐδὲν ὑπὸ τοῦ πάθους κατεβλάβη. 15.123ταῦτα πυνθανομένοις τοῖς Ἄραψιν καὶ μᾶλλον κατʼ ἀλήθειαν ἐξαγγελλόντων αὐτοῖς ὅσοι τοὺς ὑπὲρ τῶν γεγονότων λόγους τῷ μίσει τῶν ἀκουσομένων ἐχαρίζοντο μεῖζον ἐπῄει φρονεῖν, ὡς τῆς τε χώρας ἀνατετραμμένης τοῖς πολεμίοις καὶ διεφθορότων τῶν ἀνθρώπων μηδὲν ἔτι μηδʼ εἰς αὐτοὺς ἀντίπαλον καταλελεῖφθαι δοκεῖν. 15.124καὶ τῶν τε Ἰουδαίων τοὺς πρέσβεις, ἧκον γὰρ ἐπὶ τοῖς γεγενημένοις, συλλαβόντες ἀπέκτειναν καὶ μετὰ πάσης προθυμίας ἐχώρουν ἐπὶ τὸ στρατιωτικὸν αὐτῶν. 15.125οἱ δʼ οὔτε τὴν ἔφοδον ἐξεδέξαντο καὶ πρὸς τὰς συμφορὰς ἀθύμως διακείμενοι προΐεντο τὰ πράγματα, πλεῖστον ἀπογνώσεως ἐπʼ αὐτοῖς πεπονθότες· οὐ γὰρ ἦν οὔτε ἰσοτιμίας ἐλπὶς προηττημένοις ἐν ταῖς μάχαις οὔτε βοηθείας κεκακωμένων αὐτοῖς τῶν οἴκοι πραγμάτων. 15.126οὕτως οὖν ἐχόντων ἐπῆγεν βασιλεὺς λόγῳ τε πείθων τοὺς ἡγεμόνας καὶ πειρώμενος ἀναλαμβάνειν αὐτῶν πεπτωκότα τὰ φρονήματα. προδιακινήσας δὲ καὶ παραθαρρύνας τινὰς τῶν ἀμεινόνων ἐτόλμησεν ἤδη καὶ τῷ πλήθει διαλέγεσθαι πρότερον ὀκνῶν αὐτό, μὴ καὶ χαλεπῷ χρήσηται διὰ τὰς ἀτυχίας. παρεκάλει δὲ τοιούτους ποιούμενος εἰς τὸν ὄχλον τοὺς λόγους·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.119 Joseph. AJ 15.124 (English) >>Joseph. AJ 15.129

Powered by PhiloLogic